[293] [cap.59] Λέγεται δ’ ἑξῆς· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε“ (Gen. 15,16), οὐχ ἵνα αὐτὸ μόνον μηνυθῇ χρόνος, ἐν ᾧ τὴν ἱερὰν οἰκήσουσι γῆν, ἀλλὰ καὶ ὑπὲρ τοῦ τελείαν ἀποκατάστασιν ψυχῆς παραστῆσαι. γίνεται δὲ ὡσανεὶ τετάρτῃ γενεᾷ· ὃν δὲ τρόπον, ἄξιον συνδιασκέψασθαι.