Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 285

[285] „μετ’ εἰρήνης οὖν τραφεὶς“ γαληνὸν καὶ εὔδιον κτησάμενος βίον, εὐδαίμον’ ὡς ἀληθῶς καὶ μακάριον. πότε οὖν τοῦτο συμβήσεται; ὅταν εὐοδῇ μὲν τὰ ἐκτὸς πρὸς εὐπορίαν καὶ εὐδοξίαν, εὐοδῇ δὲ τὰ σώματος πρὸς ὑγίειάν τε καὶ ἰσχύν, εὐοδῇ δὲ τὰ ψυχῆς πρὸς ἀπόλαυσιν ἀρετῶν.