Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 280

[280] ἀθρόα καὶ νέα ὤμβρησεν ἀγαθά; [cap.57] πατέρας οὖν οὐχ ὧν μετανάστατος ἐγένετο ἡ ψυχὴ καλεῖ τοὺς ἐν τοῖς Χαλδαϊκοῖς κατορωρυγμένους μνήμασιν, ἀλλ’ ὡς μὲν ἔνιοί φασιν, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας — τὴν γὰρ τῶν κατὰ γῆν ἁπάντων γένεσιν διὰ τούτων λόγος ἔχει συνίστασθαι —, ὡς δέ τινες νομίζουσι, τὰς ἀρχετύπους ἰδέας, τὰ νοητὰ καὶ ἀόρατα ἐκεῖνα τῶν αἰσθητῶν καὶ ὁρωμένων τούτων παραδείγματα, πρὸς ἃ τὴν τοῦ σοφοῦ διάνοιαν μετοικίζεσθαι.