Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 28

[28] [cap.7] διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι.