Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 26

[26] τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;