[255] ἐργοδιώκτας οὖν Αἴγυπτος ἔχει πρὸς τὴν τῶν παθῶν ἐπισπεύδοντας ἀπόλαυσιν, Μωυσῆς δ’ ἔμπαλιν μετὰ σπουδῆς παραγγέλλει τὸ Πάσχα ἐσθίειν, τὴν ἀπὸ τούτων διάβασιν εὐωχεῖθαι. καὶ ὁ Ἰούδας φησίν· „εἰ μὴ γὰρ ἐβραδύναμεν, [M.510] ἤδη ἂν ὑπεστρέψαμεν δίς“ (Gen. 43,10), οὔ φησι κατέβημεν εἰς Αἴγυπτον, ἀλλ’ ἐκεῖθεν ἐπανεσώθημεν.