[253] πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ἡ ἐξαδιαφόρησις τῶν ἀδιαφόρων. ἀπὸ πάντων δὲ τὰς ἀπαρχὰς δήπουθεν ἔφαγεν, ἀλλ’ οὐ πάντα· ἔδει γὰρ ὑπολείπεσθαι καὶ τῷ ἀσκητῇ τροφὰς οἰκείας ὡς ἆθλα.