Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 250

[250] ᾗ τὸ προφητικὸν γένος χρῆται. τῆς μὲν οὖν πρώτης ἐν ταῖς ⟨ἐν⟩ Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται — παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28,28.29) —,