[237] [cap.49] Λαλήσας οὖν περὶ τῶν ἀτμήτων καὶ ἀδιαιρέτων ὀρνέων φησὶν ἑξῆς· „κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα“ (Gen. 15, 11), ὁμωνυμίᾳ μὲν χρησάμενος, τὴν δὲ πραγματικὴν διαμάχην ἐναργέστατα τοῖς ὁρᾶν δυναμένοις διασυνιστάς· παρὰ φύσιν γάρ ἐστι τὸ καταβαίνειν ὄρνεα, τοῦ μετεωροπολεῖν ἕνεκα πτερωθέντα.