[231] καλεῖ δὲ Μωυσῆς τὸν μὲν ὑπὲρ ἡμᾶς εἰκόνα θεοῦ, τὸν δὲ καθ’ ἡμᾶς τῆς εἰκόνος ἐκμαγεῖον. „ἐποίησε“ γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον“ οὐχὶ εἰκόνα θεοῦ, ἀλλὰ „κατ’ εἰκόνα“ (Gen. 1, 27)· ὥστε τὸν καθ’ ἕκαστον ἡμῶν νοῦν, ὃς δὴ κυρίως καὶ πρὸς ἀλήθειαν ἄνθρωπός ἐστι, τρίτον εἶναι τύπον ἀπὸ τοῦ πεποιηκότος, τὸν δὲ μέσον παράδειγμα μὲν τούτου, ἀπεικόνισμα δὲ ἐκείνου. φύσει δὲ ἄτμητος ὁ ἡμέτερος γέγονε νοῦς.