[218] περὶ τῆς προειρημένης λυχνίας ὁ τεχνίτης διαλεγόμενος πάλιν φησίν, ὅτι „ἐκ τῶν καλαμίσκων εἰσὶν οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἑκατέρωθεν, ἐξισούμενοι ἀλλήλοις· καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἀνθέμια ἐν αὐτοῖς, ἵν’ ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἀνθέμιον τὸ ἕβδομον ἐπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς“ (Exod. 38, 15—17)·