[215] [cap.44] Ταῦτα μὲν οὖν καὶ ἐν ἑτέροις ἀκριβώσομεν. ἄξιον δὲ καὶ ἐκεῖνο μὴ παρησυχασθῆναι· τὰ γὰρ λεγόμενα διχοτομήματα τριῶν ζῴων δίχα [74] διαιρεθέντων ἓξ ἐγένετο, ὡς ἕβδομον τὸν τομέα εἶναι λόγον, διαστέλλοντα τὰς τριάδας, μέσον αὐτὸν ἱδρυμένον.