[212] καὶ πάλιν πενία πλοῦτος, δόξα ἀδοξία, δυσγένεια εὐγένεια, ἔνδεια περιουσία, πόλεμος εἰρήνη, νόμος ἀνομία, εὐφυΐα ἀφυΐα, ἀπονία πόνος, νεότης γῆρας, ἀδυναμία δύναμις, ἀσθένεια ῥώμη. καὶ τί δεῖ τὰ καθ’ ἕκαστον ἀναλέγεσθαι ἀπερίγραφα καὶ ἀπέρατ’ ὄντα τῷ πλήθει;