Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 203

[203] τεθαύμακα δὲ ἔτι μᾶλλον, ἐπειδὰν κατακούων τῶν λογίων ἀναδιδάσκωμαι, ὃν τρόπον εἰσῆλθεν ἡ νεφέλη μέση τῆς τε Αἰγυπτιακῆς καὶ τῆς Ἰσραηλιτικῆς στρατιᾶς (Exod. 14,20)· ὑπὸ γὰρ τοῦ φιλοπαθοῦς καὶ ἀθέου τὸ ἐγκρατὲς καὶ θεοφιλὲς γένος οὐκέτ’ εἴασε διώκεσθαι τὸ σκεπαστήριον καὶ σωτήριον τῶν φίλων, ἀμυντήριον δὲ καὶ κολαστήριον τῶν ἐχθρῶν ὅπλον, ἡ νεφέλη.