[201] ὅλον ἑαυτὸν ἀνάθημα ἀνατιθέναι τῷ γεγεννηκότι θεῷ. [cap.42] θαυμάζω καὶ τὸν μετὰ σπουδῆς ἀπνευστὶ δραμόντα συντόνως ἱερὸν λόγον, „ἵνα στῇ μέσος τῶν τεθνηκότων καὶ τῶν ζώντων· εὐθὺς“ γάρ φησι Μωυσῆς „ἐκόπασεν ἡ θραῦσις“ (Num. 16, 47. 48). ἀλλ’ οὐκ ἔμελλε κοπάσαι καὶ ἐπικουφίσαι τὰ περιθρύπτοντα καὶ καταγνύντα καὶ συντρίβοντα τὴν ἡμετέραν ψυχήν, διακρίναντος καὶ διατειχίσαντος τοῦ θεοφιλοῦς τοὺς ὁσίους, οἳ ζῶσιν ἀψευδῶς, ἀπὸ τῶν ἀνοσίων, οἳ τεθνήκασι πρὸς ἀλήθειαν, λογισμῶν;