Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 2

[2] ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· „ὁ μισθός σου πολὺς ἔσται σφόδρα”, πυνθάνεται φάσκων· „δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ“, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1—3).