[199] τὴν δὲ τούτων ἐμμελῆ σύνθεσίν τε καὶ κρᾶσιν τὸ πρεσβύτατον καὶ τελειότατον ἔργον ἅγιον ὡς ἀληθῶς εἶναι συμβέβηκε, τὸν κόσμον, ὃν διὰ συμβόλου τοῦ θυμιάματος οἴεται δεῖν εὐχαριστεῖν τῷ πεποιηκότι, ἵνα λόγῳ μὲν ἡ μυρεψικῇ τέχνῃ κατασκευασθεῖσα σύνθεσις ἐκθυμιᾶται, ἔργῳ δὲ ὁ θείᾳ σοφίᾳ δημιουργηθεὶς κόσμος ἅπας ἀναφέρηται πρωὶ καὶ δειλινῆς ὁλοκαυτούμενος.