Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 196

[196] παγκάλη δὲ καὶ ἡ περὶ τὴν σύνθεσιν τῶν ἐκθυμιωμένων ἐστὶν ἰσότης· λέγεται γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ, καὶ ποιήσουσιν αὐτὸ θυμίαμα μύρον, μυρεψοῦ ἔργον συνθέσεως καθαρᾶς, ἔργον ἅγιον“ (Exod. 30,34.35). ἕκαστον γὰρ τῶν μερῶν ἑκάστῳ φησὶ δεῖν ἴσον συνέρχεσθαι πρὸς τὴν τοῦ ὅλου κρᾶσιν.