[19] σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ. διὸ καὶ λέγουσι· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ.