Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 178

[178] ὁμοίως γὰρ οἵ τε ἔπαινοι τῶν ἀγαθῶν καὶ οἱ ψόγοι τῶν μοχθηρῶν ὠφελοῦσιν, ἐπεὶ καὶ τὸ φυγεῖν τὸ κακὸν τῷ τἀγαθὸν ἑλέσθαι παρὰ τοῖς εὖ φρονοῦσιν ὅμοιον καὶ ταὐτὸν ἐνομίσθη.