[176] ὁρᾷς καὶ τοὺς ἐπὶ τοῦ ποδήρους δύο λίθους τῆς σμαράγδου πρός τε τοῖς δεξιοῖς καὶ πρὸς τοῖς εὐωνύμοις ἰσότητι διῃρημένους, οἷς καθ’ ἑξάδα ἐγγέγλυπται τὰ τῶν δώδεκα φυλαρχῶν ὀνόματα, θεῖα γράμματα ἐστηλιτευμένα, θείων φύσεων ὑπομνήματα (Exod. 28, 9—12). τί δ’;