[170] τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, ⟨οὐ τοῦ⟩ ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν — ἄρρητον γὰρ τὸ ὄν —, ἀλλὰ τοῦ ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος, ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως πάντα δρῶντος ἔρχηται· πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς·