Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 165

[165] ὡς εἶπον, ἰσότητι. [cap.34] ψῦχός γε μὴν καὶ καῦμα καὶ θέρος καὶ ἔαρ ἀνέγραψε (Gen. 8,22), τὰς ἐτησίους ὥρας πάλιν τῷ αὐτῷ τομεῖ διαιρουμένας. αἵ γε μὴν πρὸ ἡλίου τρεῖς ἡμέραι ταῖς μεθ’ ἥλιον ἰσάριθμοι γεγόνασιν (Gen. 1,5 ss.), ἑξάδος τμηθείσης ἰσότητι πρὸς αἰῶνος καὶ χρόνου δήλωσιν· αἰῶνι μὲν γὰρ τὰς πρὸ ἡλίου τρεῖς ἀνατέθεικε, χρόνῳ δὲ τὰς μεθ’ ἥλιον, ὅς ἐστι μίμημα αἰῶνος.