Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 161

[161] [cap.33] ἰσότητος δὲ εἰ καί τις ἄλλος ἐπαινέτης γέγονε Μωυσῆς, πρῶτον μὲν ὑμνῶν ἀεὶ καὶ πανταχοῦ καὶ δικαιοσύνην, ἧς ἴδιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα, τὸ δίχα τέμνειν εἰς μοίρας τά τε σώματα καὶ τὰ πράγματα ἴσας, εἶτα ψέγων ἀδικίαν, τὴν ἀνισότητος τῆς ἐχθίστης δημιουργόν.