[156] ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ διδάσκουσιν, ἀλλ’ ἔγνωσαν ὅτι ἡ τοῦ θεοῦ τέχνη, καθ’ ἣν [M.495] ἐδημιούργει τὰ σύμπαντα, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν δεχομένη, μένουσα δὲ ἡ αὐτὴ κατὰ τὴν ἐν ὑπερβολαῖς ἀκρότητα τελείως ἕκαστον τῶν ὄντων δεδημιούργηκε, πᾶσιν ἀριθμοῖς καὶ πάσαις ταῖς πρὸς τελειότητα