[154] [cap.31] ἐπιὼν δέ τις ἕκαστα μῆκος ἂν ἄπειρον τῷ λόγῳ δύναιτ’ ἂν περιθεῖναι. τὰ ⟨γὰρ⟩ βραχύτατα ζῷα τοῖς μεγίστοις ἀναλογίᾳ σκοπῶν ἴσα [54] ἂν εὕροι, ὡς χελιδόνα ἀετῷ καὶ τρίγλαν κήτει καὶ μύρμηκα ἐλέφαντι. καὶ γὰρ σῶμα καὶ ψυχὴ καὶ πάθη, ἀλγηδόνες τε καὶ ἡδοναί, πρὸς δὲ καὶ οἰκειώσεις καὶ ἀλλοτριώσεις καὶ ὅσα ζῴων φύσις χωρεῖ, πάντα σχεδόν ἐστιν ὁμοιότροπα τῷ τῆς ἀναλογίας ἰσούμενα κανόνι.