[15] τὸ γὰρ νοητῆς ἁρμονίας εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν [7] [8] ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος — πάντα γὰρ γνώριμα θεῷ — „τί βοᾷς πρὸς μέ“; καθ’ ἱκεσίαν κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;