Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 149

[149] ἀπὸ μὲν γὰρ τῆς ἐαρινῆς ἄχρι θερινῶν τροπῶν ἡ μὲν ἡμέρα πρόσθεσιν, ἡ δὲ νὺξ ἀφαίρεσιν δέχεται, ἕως ἂν ἥ τε μεγίστη ἡμέρα καὶ βραχυτάτη νὺξ ἀποτελεσθῶσιν· ἀπὸ δὲ θερινῶν τροπῶν [52] [53] ἀνακάμπτων ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν οὔτε θᾶττον οὔτε βραδύτερον, ἀλλὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα διαστήματα, τάχεσιν ἴσοις χρώμενος μέχρι τῆς μετοπωρινῆς ἰσημερίας ἔρχεται, καὶ ἴσην ἀποτελέσας ἡμέραν νυκτὶ παραύξειν ἄρχεται τὴν νύκτα μειῶν τὴν ἡμέραν ἄχρι χειμερινῆς τροπῆς·