Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 139

[139] καὶ τοῦ θνητοῦ δύο μοίρας εἰργάζετο, ὧν τὴν μὲν ἀνδρῶν, τὴν δὲ γυναικῶν ἐπεφήμισε. καὶ κατ’ ἄλλον μέντοι τρόπον τὸ ζῷον εἰς ἄρρεν ἔτεμνε καὶ θῆλυ· ἐδέχετο δὲ καὶ ἄλλας ἀναγκαίας τομάς, αἳ διέστελλον πτηνὰ μὲν χερσαίων, χερσαῖα δὲ ἐνύδρων, ἔνυδρα δὲ ἀμφοῖν τῶν ἄκρων.