Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 12

[12] πολλοὶ γὰρ ἐπ’ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ’ ἔξω πλανῶνται καὶ μυρία περὶ μυρίων ἑαυτοῖς διεξέρχονται, τὰ συγγενικά, τὰ ὀθνεῖα, τὰ ἴδια, τὰ δημόσια, ὧν εἰκὸς ἦν ἐν τῷ παρόντι μὴ μεμνῆσθαι, πάνθ’ ὡς ἔπος εἰπεῖν ἑξῆς συναριθμούμενοι, καὶ διὰ τὸν ἐν ἑαυτοῖς πολὺν θροῦν ἀδυνατοῦσι τοῦ λέγοντος ἀκροᾶσθαι· λέγει γὰρ ἐκεῖνος ὥσπερ οὐκ ἐν [5] [6] ἀνθρώποις, ἀλλ’ ἐν ἀψύχοις ἀνδριᾶσιν, οἷς ὦτα μέν ἐστιν, ἀκοαὶ δ’ οὐκ ἔνεισιν.