Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 119

[119] ὁ γὰρ διοιγνὺς τὴν μήτραν ἑκάστων, τοῦ μὲν νοῦ πρὸς τὰς νοητὰς καταλήψεις, τοῦ δὲ λόγου πρὸς τὰς διὰ φωνῆς ἐνεργείας, τῶν δὲ αἰσθήσεων πρὸς τὰς ἀπὸ τῶν ὑποκειμένων ἐγγινομένας φαντασίας, τοῦ δὲ σώματος πρὸς τὰς οἰκείους αὐτῷ σχέσεις τε καὶ κινήσεις ἀόρατος καὶ σπερματικὸς καὶ τεχνικὸς θεῖός ἐστι λόγος, ὃς προσηκόντως ἀνακείσεται τῷ πατρί.