Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 105

[105] ἀντεκτινούσῃ δικαίως καὶ προσηκόντως ἀμειψάμενος. [cap.22] μυρίοι γὰρ ἔξαρνοι παρακαταθηκῶν ἐγένοντο ἱερῶν, τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ὑπ’ ἀμέτρου τῆς πλεονεξίας καταχρησάμενοι. σὺ δέ, ὦ γενναῖε, παντὶ σθένει πειρῶ μὴ μόνον ἀσινῆ καὶ ἀκιβδήλευτα φυλάττειν ἃ ἔλαβες, ἀλλὰ καὶ πάσης ἐπιμελείας ἀξιοῦν, ἵν’ ὁ παρακαταθέμενος μηδὲν ἔχῃ τῆς παρὰ σοῦ φυλακῆς αἰτιάσασθαι.