[10] [cap.3] εἰσὶ μὲν οὖν, οἷς ἀκούειν ἀλλ’ οὐ λέγειν ἐμπρεπές, ἐφ’ ὧν λέγεται „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9), πάγκαλον παράγγελμα. θρασύτατον γὰρ καὶ λαλίστατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν ἄκος ἡσυχία, δεύτερον δὲ προσοχὴ τῶν ἄξιόν τι προφερομένων ἀκοῆς.