Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 90

[90] ἀλλὰ καὶ Ἡρακλέα ἐζήλωσας τοῖς ἀκαμάτοις σαυτοῦ πόνοις καὶ ταῖς ἀτρύτοις ἀνδραγαθίαις, εὐνομίας καὶ εὐδικίας εὐθηνίας τε καὶ εὐετηρίας καὶ τῆς τῶν ἄλλων ἀγαθῶν ἀφθονίας, ὧν ἡ βαθεῖα εἰρήνη δημιουργός, ἀναπλήσας ἠπείρους τε καὶ νήσους, ὁ ἀγεννέστατος, ὁ δειλίας μεστός, ὁ τῶν μὲν εἰς εὐστάθειαν καὶ εὐδαιμονίαν ἁπάντων κενώσας τὰς πόλεις, μεστὰς δὲ τῶν [M.559] εἰς ταραχὰς καὶ θορύβους καὶ τὴν ἀνωτάτω βαρυδαιμονίαν ἀναφήνας;