[9] ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων, ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται, παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας,