Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 87

[87] ἐμιμήσω τοὺς Διοσκούρους εἰς φιλαδελφίαν; ἵνα ἐντεῦθεν ἄρξωμαι. τὸν μὲν ἀδελφὸν καὶ συγκληρονόμον ἐν ἀκμῇ τῆς πρώτης ἡλικίας, ὦ σιδήρειε καὶ ἀνηλεέστατε, ὠμῶς ἀπέσφαξας, τὰς ⟨δ’⟩ ἀδελφὰς ὕστερον ἐφυγάδευσας· μὴ καὶ αὗται τὸν περὶ ἀφαιρέσεως ἀρχῆς φόβον εἰργάζοντό σοι; ἐμιμήσω Διόνυσον;