Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 85

[85] φαντασιωθεὶς γὰρ τὸν ἄπειρον αἰῶνα καὶ λογισάμενος, ὅτι αὐτὸς μὲν ἀεὶ βιώσεται, ὁ δὲ ἀδελφὸς ἀεὶ τεθνήξεται, καὶ μετὰ τῆς ἀθανασίας ἀθάνατον τὸ ἐπ’ ἐκείνῳ πένθος ἀναδέξεται, θαυμαστὴν ἐμεγαλούργησεν ἀντίδοσιν ἀνακερασάμενος αὑτῷ μὲν τὸ θνητόν, τῷ δὲ ἀδελφῷ τὸ ἄφθαρτον, καὶ ἀνισότητα, τὴν ἀδικίας ἀρχήν, ἐνηφάνισεν ἰσότητι, ἥτις ἐστὶ πηγὴ δικαιοσύνης.