Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 75

[75] διὰ μὲν τῆς Σιλανοῦ σφαγῆς τοῖς βουλευταῖς — ἦν γὰρ οὐδενὸς τῶν ἐν συγκλήτῳ δεύτερος —, διὰ δὲ τῆς Μάκρωνος τοῖς ἱππικοῖς — οἷα γὰρ χοροῦ τινος ἡγεμὼν ἐγεγένητο φερόμενος τὰ πρωτεῖα τιμῆς καὶ εὐδοξίας —, διὰ δὲ τῆς τοῦ ἀνεψιοῦ καὶ συγκληρονόμου τοῖς ἀφ’ αἵματος ἅπασιν, οὐκέτι ἠξίου μένειν ἐν τοῖς [28] [29] τῆς ἀνθρωπίνης φύσεως ὅροις, ἀλλ’ ὑπερέκυπτε σπουδάζων θεὸς νομίζεσθαι.