Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 73

[73] τοιαῦτα ἐν ἅπασι τοῖς συλλόγοις ἐθρύλουν πλεῖστον διδόντες μέρος τῷ μὴ βούλεσθαι δοκεῖν ὠμὸν εἶναι τὸν αὐτοκράτορα· χρηστότητα γὰρ καὶ φιλανθρωπίαν ἐλπίσαντες ὅσην παρ’ οὐδενὶ τῶν προτέρων ἐνιδρύσθαι τῇ Γαΐου ψυχῇ σφόδρα ἄπιστον ἐνόμιζον, εἰ τοσαύτην καὶ οὕτως ἀθρόαν ἐνδέδεκται μεταβολὴν πρὸς τἀναντία.