Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 68

[68] „ἀκοινώνητον ἀρχή, θεσμὸς φύσεως ἀκίνητος. οὗτος ἃ παθεῖν ἐμέλλησεν ἂν ὑπ’ ἀδυνατωτέρου προδιέθηκεν ἰσχυρότερος ὤν· ἄμυνα τοῦτ’ ἔστιν, οὐκ ἀνδροφονία. τάχα δὲ καὶ προνοητικῶς ἐπ’ ὠφελείᾳ τοῦ σύμπαντος ἀνθρώπων γένους τὸ μειράκιον ἐκποδὼν γεγένηται, τῶν μὲν τούτῳ τῶν δὲ ἐκείνῳ προσκληρουμένων, ἐξ ὧν ταραχαὶ ἐμφύλιοί τε καὶ ξενικοὶ πόλεμοι συνίστανται. τί δὲ ἄμεινον εἰρήνης; εἰρήνη δὲ ἐξ ἡγεμονίας ὀρθῆς φύεται· ἡγεμονία δὲ ἀφιλόνεικος καὶ ἀνερίθευτος ὀρθὴ μόνη, δι’ ἧς καὶ τἄλλα πάντα κατορθοῦται.“