Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 62

[62] [cap.9] Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν καὶ ἀπατώμενος.