Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 60

[60] τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν [22] [23] πρῶτον ὑπὲρ τοῦ σῶσαι Γάιον, ἔπειτα δὲ ὑπὲρ τοῦ μόνον τὴν ἡγεμονίαν διαδέξασθαι, τοιαῦτα εὕρατο τὰ ἐπίχειρα.