[49] ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται.