Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 47

[47] μεγίστη δὲ καὶ ἀρίστη τέχνη πασῶν ἐστιν ἡ ἡγεμονία, δι’ ἧς πᾶσα μὲν ἡ ἀγαθὴ καὶ βαθεῖα πεδιάς τε καὶ ὀρεινὴ γεωργεῖται, πᾶσα δὲ θάλαττα φορτηγοῖς ὁλκάσιν ἀκινδύνως διαπλεῖται κατὰ τὰς ἀντιδόσεις ὧν ἀλλήλαις ἀγαθῶν ἀντεκτίνουσιν αἱ χῶραι κοινωνίας ἱμέρῳ, τὰ μὲν ἐνδέοντα λαμβάνουσαι, ὧν δ’ ἄγουσι περιουσίαν [M.553] ἀντιπέμπουσαι.