[39] αἴτιον δέ, ὡς ὁ τῶν πολλῶν λόγος, οὐ μόνον τὸ ἀντιθεραπεύεσθαι πρὸς αὐτοῦ τὸν Μάκρωνα, πλεῖστον ἢ καὶ σύμπαν ἐν τῇ ἡγεμονίᾳ δυνάμενον, ἀλλὰ καὶ ἡ Μάκρωνος γυνὴ διὰ σιωπωμένην αἰτίαν, [13] [14] ἣ καθ’ ἑκάστην ἡμέραν ἤλειφε καὶ συνεκρότει τὸν ἄνδρα μηδὲν ἀνιέναι σπουδῆς καὶ βοηθείας τῆς ὑπὲρ τοῦ νεανίσκου. δεινὸν δὲ γυνὴ γνώμην ἀνδρὸς παραλῦσαι καὶ παραγαγεῖν, καὶ μάλιστα μαχλάς· ἕνεκα γὰρ τοῦ συνειδότος κολακικωτέρα γίνεται.