[372] τοιούτοις ὑπέραντλοι γενόμενοι λογισμοῖς ὑπεσυρόμεθα καταποντούμενοι· καὶ γὰρ οἱ τέως συμπράττειν ἡμῖν δοκοῦντες ἀπειρήκεσαν· καλουμένων γοῦν, ἔνδον ὄντες οὐχ ὑπέμειναν, ἀλλ’ ὑπεξῆλθον διὰ φόβον ἀκριβῶς ἐπιστάμενοι τὸν ἵμερον, ᾧ κέχρητο πρὸς τὸ νομίζεσθαι θεός.