[364] ἀρξαμένων δὲ λέγειν καὶ διδάσκειν, ἀπογευσάμενος τῆς δικαιολογίας καὶ συνεὶς ὡς οὐκ ἔστιν εὐκαταφρόνητος, πρὶν ἐπενεγκεῖν τὰ ἐχυρώτερα, συγκόψας καὶ τὰ πρότερα δρομαῖος εἰς τὸν μέγαν οἶκον [97] [98] εἰσεπήδησε καὶ περιελθὼν προστάττει τὰς ἐν κύκλῳ θυρίδας ἀναληφθῆναι τοῖς ὑάλῳ λευκῇ παραπλησίως διαφανέσι λίθοις, οἳ τὸ μὲν φῶς οὐκ ἐμποδίζουσιν, ἄνεμον δὲ εἴργουσι καὶ τὸν ἀφ’ ἡλίου φλογμόν.