Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 359

[359] εἶτα ἡμεῖς ἐλαυνόμενοι παρηκολουθοῦμεν ἄνω κάτω, χλευαζόμενοι καὶ κατακερτομούμενοι πρὸς τῶν ἀντιπάλων ὡς ἐν θεατρικοῖς μίμοις· καὶ γὰρ τὸ πρᾶγμα μιμεία τις ἦν· ὁ μὲν δικαστὴς ἀνειλήφει σχῆμα κατηγόρου, οἱ δὲ κατήγοροι φαύλου δικαστοῦ πρὸς ἔχθραν ἀποβλέποντος, ἀλλ’ οὐ τὴν φύσιν τῆς ἀληθείας.