[347] σὺ μὲν ἄνθρωπος ὢν αἰθέρα καὶ οὐρανὸν ζητεῖς προσλαβεῖν, οὐκ ἀρκεσθεὶς τῷ πλήθει τῶν τοσούτων ἠπείρων, νήσων, ἐθνῶν, κλιμάτων, ὧν ἀνήψω τὴν ἀρχήν; τὸν δὲ θεὸν οὐδενὸς τῶν ἐνταῦθα καὶ παρ’ ἡμῖν ἀξιοῖς, οὐ χώρας, οὐ πόλεως, ἀλλὰ καὶ τὸν βραχὺν οὕτως περίβολον αὐτῷ καθιερωθέντα καὶ καθοσιωθέντα χρησμοῖς καὶ λογίοις θεσφάτοις [92] [93] ἀφελέσθαι διανοῇ, ἵν’ ἐν τῷ τῆς τοσαύτης γῆς [M.597] περιβόλῳ μηδὲν ἴχνος μηδὲ ὑπόμνημα καταλειφθῇ τιμῆς καὶ εὐσεβείας τῆς εἰς τὸν ὄντως ὄντα ἀληθῆ θεόν;