Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 318

[318] ἀλλὰ γὰρ ὁ τοσοῦτος ἡγεμὼν καὶ φιλόσοφος οὐδενὸς δεύτερος ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι ἀναγκαῖόν ἐστιν ἐν τοῖς περιγείοις ἐξαίρετον ἀπονενεμῆσθαι τόπον ἱερὸν τῷ ἀοράτῳ θεῷ μηδὲν ὁρατὸν ἀπεικόνισμα περιέξοντα πρὸς μετουσίαν ἐλπίδων χρηστῶν καὶ ἀπόλαυσιν ἀγαθῶν τελείων.